ΨΑΛΜΟΣ ΚΕ (25)
Τοῦ Δαυΐδ. | |
1 (Μασ. 26) ΚΡΙΝΟΝ με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων, οὐ μὴ ἀσθενήσω. | 1 (Μασ. 26) Κρίνόν με, Κυριε, ότι εγώ εν ακακία μου επορεύθην και επί τω Κυρίω ελπίζων ου μη ασθενήσω. |
2 δοκίμασόν με, Κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου. | 2 Δοκιμασον με, Κυριε, και πείρασόν με, πύρωσον τους νεφρούς μου και την καρδίαν μου. |
3 ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστι, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου. | 3 Οτι το έλεός σου κατέναντι των οφθαλμών μου εστι, και ευηρέστησα εν τη αληθεία σου. |
4 οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω· | 4 Ουκ εκάθισα μετά συνεδρίου ματαιότητος και μετά παρανομούντων ου μη εισέλθω· |
5 ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω. | 5 εμίσησα εκκλησίαν πονηρευομένων και μετά ασεβών ου μη καθίσω. |
6 νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, | 6 Νιψομαι εν αθώοις τας χείράς μου και κυκλώσω το θυσιαστήριόν σου, Κυριε, |
7 τοῦ ἀκοῦσαί με φωνῆς αἰνέσεώς σου καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου. | 7 του ακούσαί με φωνής αινέσεως κοι διηγήσασθαι πάντα τα θαυμάσιά σου. |
8 Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου. | 8 Κυριε, ηγάπησα ευπρέπειαν οίκου σου και τόπον σκηνώματος δόξης σου. |
9 μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου, | 9 Μη συναπολέσης μετά ασεβών την ψυχήν μου και μετά ανδρών αιμάτων την ζωήν μου, |
10 ὧν ἐν χερσὶν ἀνομίαι, ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων. | 10 ων εν χερσίν ανομίαι, η δεξιά αυτών επλήσθη δώρων. |
11 ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην· λύτρωσαί με καὶ ἐλέησόν με. | 11 Εγώ δε εν ακακία μου επορεύθην· λύτρωσαί με και ελέησόν με. |
12 ὁ πούς μου ἔστη ἐν εὐθύτητι· ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε. | 12 Ο πούς μου έστη εν ευθύτητι· εν εκκλησίαις ευλογήσω σε, Κυριε. |